Ancient Greek
1385 to 1386
Damascius, De Principiis 1385-1386
Unproofread scanNot analysed yet
Διὰ τί μὲν οὐκ ἀφ’ ἑνὸς ἐν μόνον πρόεισι; διὰ τί δὲ τὰ πολλά οὐκ ἀπὸ πολλῶν; νῦν δὲ ἀπὸ Διός, φαμέν, οἱ πολλοὶ Θεοί, ἀλλ’ ἴσως ἀπὸ τῶν ἤδη πολλῶν περιεχομένων, εἴτε καθ’ ὕπαρξιν, εἴτε κατ’ αἰτίαν, εἴτε καὶ κατὰ μέθεξιν ἐθέλοι τις λέγειν, οἱ πολλοὶ προΐασιν· ὥστε πολλοὶ ἀπὸ πολλῶν. Τί οὖν ἂν προέλθοι ἀφ’ ἑνὸς ὅλον ἀφ’ ὅλου; ἀεὶ γὰρ τὸ παραγόμενον μερικώτερον τοῦ παράγοντος· ἢ ἐπὶ μὲν τῆς ὁμοειδοῦς λεγομένης παραγωγῆς, ὅλη ἢ σειρά ὁμοῦ ὡς ἀφ’ ἑνὸς τοῦ ὅλου προεληλύθεν, ἐπὶ δὲ τῆς ἀνομοειδοῦς ὅλος ὁμοῦ ὁ χορὸς τῶν γεννηθέντων, ὡς εἰς ἅπας ἀφ’ ἑνὸς ὅλου. Τάχα δὲ ἂν τις εἴποι καὶ τὸν ὅλον δημιουργὸν ἀπὸ τοῦ ὅλου Κρόνου προελθεῖν, ὡς ἕνα κόσμον