Ancient Greek
1387
Damascius, De Principiis 1387
Unproofread scanNot analysed yet
ὁλόκληρον ἀφ’ ἑνὸς κόσμου ὁλοκλήρου, τοῦ τιτανικοῦ τὸν δημιουργικόν. Ἄρα οὖν ἰσοστάσιος τῷ Κρόνῳ ὁ Ζεύς, ἢ ὁ περιεχόμενος ἀεὶ κόσμος τῷ περιέχοντι; καὶ μὴν ἐν γε τοῖς σωματικοῖς στερεώμασιν ὑπερέχει τοῦ περιεχομένου Ρ. εχομένου ὁ περιέχων· ὥστε ἀνάλογον ἐξει καὶ ἐν τοῖς ἀσωμάτοις, ὁ χρόνιος περιέξει τὸν δίον, καὶ τὸν χρόνιον ὁ οὐράνιος, καὶ τοῦτον ὁ νύχιος, καὶ περιερχομένων