Ancient Greek
1488 to 1489
Damascius, De Principiis 1488-1489
Unproofread scanNot analysed yet
ὁμώνυμος τῇ ὅλῃ, καὶ αὐτὴ παράξει σειρὰν ἀφ’ ἑαυτῆς μερικὴν. Μήποτε δὲ ἡ μὲν ὅλη πηγὴ οὐκ ὀνομάζεται Ζεὺς, ἡ δὲ μερικὴ μόνη, ἤγουν ἀνάπαλιν· εἰ δὲ κοινὸν τὸ ὄνομα, ὁμωνυμία ἐστω· Φύσις γὰρ ἑκατέρας διάφορος, εἴπερ ἐστίν ἡ μὲν τῶν ὅλων πηγῶν, καὶ σειρὰν πηγαίαν μόνον ἀφίησιν ἀφ’ ἑαυτῆς, ἡ δὲ τῶν μερικῶν καὶ πρόεισιν εἰς ἀρχὰς καὶ ἀρχαγγέλους, καὶ ἀζώνους καὶ ζώνας, ὡς νόμος ἐστὶ τῆς προόδου τῶν μερικῶν ὑμνουμένων πηγῶν· ἤδη γὰρ καὶ ἐπὶ ἄλλων πηγῶν ὁλικῶν τε καὶ μερικῶν ἡ ὁμονυμία τεθεώρηται, εἰ καὶ τις ἄμα καὶ συγγένεια θεωροῖτο τῆς φύσεως, καὶ τὴν ὁμωνυμίαν παρασχομένη, καθάπερ διίων καὶ τῶν συνοχέων, καὶ τῶν τελεταρχῶν τῶν ἀρχικῶν. Πᾶσα γὰρ ἀρχὴ ἀπὸ μερικῆς πηγῆς ἀπορρεῖ. Τοιγαροῦν