Ancient Greek
1490
Damascius, De Principiis 1490
Unproofread scanNot analysed yet
καὶ ἡ ἀρχικὴ ἑκάστη ἀπὸ τοῦ στεφάνου λέγεται ἀπορρεῖν, ὡς ἡ ἀρχικὴ ψυχὴ καὶ ἡ ἀρχικὴ ἀρετὴ ἀπὸ τῶν κατὰ τὸν ζωστήρα μερικῶν πηγῶν. Οὕτω δὲ καὶ ἀμειλίκτων πηγὴν μερικὴν ἐγκαταριθμεῖ ταῖς μερικάς πηγαῖς ὁ Ἰάμβλιχος, ὡσπερ ταῖς ὅλαις. Τί οὖν θαυμάσιον εἴ τις ποιοῖ μερικὴν πηγὴν δημιουργικὴν ἄλλην παρὰ τὴν ὅλην, καὶ πᾶσαν περιεκτικὴν, οἷαν ποιοῦσι τὴν ἐπὶ μαγείῳ,