Ancient Greek
1511
Damascius, De Principiis 1511
Unproofread scanNot analysed yet
ἄτομα γίνεται τῶν εἰδῶν ταῖς ἔξω τεινομέναις ἐνεργείαις τῶν κινου μένων αἰτίων. Πόθεν οὖν ἡ τοιάδε εἰδοποιΐα προέρχεται; ἀλλ’ ἔξω πλάττεται· καὶ πόθεν πλάττεται, εἰ μὴ προειλήφοι τὸ πλάττον αὐτήν; ἢ τὰς οἰκείας ἐνεργείας εἰδοποιεῖ πρὸς τὴν πλάσιν, καὶ γίνεται τῶν εἰδῶν πρόληψις οὐκ ἐν ταῖς οὐσίαις, ἀλλ’ ἐν ταῖς ἄλλοτε ἄλλως ἐχούσαις ἐνεργείαις. Πόθεν δὲ αἱ ἐνέργειαι εἰδο ποιοῦνται;