Ancient Greek
1512 to 1513
Damascius, De Principiis 1512-1513
Unproofread scanNot analysed yet
ἢ ἀπὸ τῶν καθόλου προειλημμένων εἰδῶν αἱ ἀεὶ προχειριζόμεναι Ρ. μεναι ἄτομοι ἐνέργειαι, μεταβαλλόμεναι τοιωσδί, πλατιζόμεναι καὶ σχηματιζόμεναι, καί, τὸ ὅλον εἰπεῖν, εἰδοποιούμεναι, ἀποτελεσματικαὶ γίνονται τῶν ἀτόμων· καὶ αὕτη ἐστὶν ἡ τῶν ἀτόμων πρόληψις ἢ ἐν ταῖς μεταβαλλομέναις ἐνεργείαις μεταβαλλομένη, καὶ αὕτη μεταρρυθμιζομένων ἄλλοτε ἄλλως τῶν ἐνεργειῶν. Ἡτοι οὖν οὕτω διοριστέον περὶ τούτων, ἢ εἴ τις ἡμᾶς ἀναγκάσειε λόγος, καὶ τὸ ἀκίνητον αἴτιον εἶναι τῶν κινουμένων, οἷον τῶν γιγνομένων καὶ φθειρομένων ἀτόμων τὸν νοῦν εἶναι δημιουργόν, καὶ ὅλως τὴν πρώτην οὐσίαν, καὶ τὴν γε μίαν τῶν ὅλων ἀρχήν· τί γὰρ οὐκ ἂν ἐκεῖθεν προῦοι; πῶς δὲ οὐ πάντων αἰτία εἶεν ἂν αἱ προκαθήμεναι πάντων ἀρχαί; τί δὲ τῶν δευτέρων οὐ περιέχεται ὑπὸ τῶν προτέρων; Εἰ δ’ οὖν ταῦτα