Ancient Greek
1532
Damascius, De Principiis 1532
Unproofread scanNot analysed yet
ὑποθέσθαι νοῦν ἕνα πρὸ τῆς ψυχῆς, καὶ μίαν ψυχὴν πάντα ψυχοῦσαν μετὰ τὸν ἕνα νοῦν τεταγμένην. Εἰ δὲ καὶ πρὸ τοῦ νοῦ τὴν ζωὴν ὁ λόγος ἀποδείκνυσιν εἶ|ναι, καὶ πρὸ ζωῆς τὴν οὐσίαν, πάλιν ἀναγκάζει μίαν οὐσίαν καὶ μίαν ζωὴν προτετάχθαι τοῦ ἑνὸς νοῦ. Τὰ δὲ αὐτὰ καὶ περὶ μιᾶς ἐνάδος εἴποι τις ἂν προτιθεμένης τῆς μιᾶς οὐσίας. Πόθεν οὖν