Ancient Greek
1533
Damascius, De Principiis 1533
Unproofread scanNot analysed yet
δῆλον ὅτι πολλοὶ Θεοὶ καὶ πολλαὶ οὐσίαι καὶ πολλαὶ ζωαὶ καὶ πολλοὶ νόες καὶ πολλαὶ ψυχαὶ μετὰ τὰς οἰκείας μονάδας ἕκαστοι ἀριθμοὶ προῖόντες; ἢ ἕνα μὲν ἀποδείξεως τρόπον, περὶ ὃν ὁ παρὼν διατρίβει λόγος, ἀπὸ τῶν εἴσω πολλῶν γονίμων ὄντων, καὶ τούτων προῖόντων, τῶν ἐκτὸς ἤδη πληθυομένων κατὰ τὴν ἀνομοειδῆ πρόοδον, ἢ τὴν ὁμοειδῆ, καθάπερ διήρηται πρότερον κατὰ βάθος ἢ