Ancient Greek
1573
Damascius, De Principiis 1573
Unproofread scanNot analysed yet
οὐδεμίαν πρόοδον ποιησάμενον. Ἐπὶ δὲ τούτοις ἐκεῖνο προσθετέον, ὅτι πρῶτον ὀχούμενον ἡ ἑνάς ἐσῐ, ᾧ δὲ ἐποχεῖται πρῶτον, οὐσία· τὸ δὲ ἡνωμένον ἦν πρὸ ἀμφοῖν, πρὸ ὀχοῦντος ἄρα καὶ ὁχουμένου· οὐκ ἄρα ἐνδέχεται αὐτοῦ ἡ φύσις τὴν τοῦ ὀχουμένου διαφορὰν, ὅτι πρὸ τοῦ ἑνὸς ἦν, ὁ πρῶτον ὀχούμενον ἐγένετο κατ’ αὐτὴν τὴν πρὸς τὸ ὁν ὡς δεύτερον πρῶτον διάστασιν. Εἰ