Ancient Greek
1574
Damascius, De Principiis 1574
Unproofread scanNot analysed yet
δὲ καὶ τοῦτό τις ἐννοήσειεν ὁ φησιν ὁ Ἰάμβλιχος, ὅτι περὶ τὸ ἐν ὑπέσῐη τὸ νοητόν, καὶ τἀγαθῷ συμπέφυκε, καὶ τῇ πρὸς ἐκεῖνο ῥοπῇ τῆς ὅλης φύσεως, οἷον ἐπάγη, σαφὲς ὅτι σὺν ἐκείνῳ μένει καὶ ἀδιάκριτον καὶ ἀπρόοδον εἰς τὸ ἐκτός. Εἴπερ δὲ ἄρα καὶ ὁπωσοῦν ἐν ἑαυτῷ τινα ἄκραν ἔμφασιν ὑποβάσεως ἐπεδείξατο, καὶ ταύτην οὐκ ἀριθμῷ οὐδὲ πλήθει διακριθεῖσαν,