Ancient Greek
1576
Damascius, De Principiis 1576
Unproofread scanNot analysed yet
οὐδὲ τὸ εἶδος, οὔπω γὰρ εἶδος ἐκεῖνο, οὐδὲ οἷον στοιχεῖον, οὐδὲν γὰρ τούτων ἐκεῖ, ἀλλὰ μόνον αὐτὸ τὸ τῆς τριάδος ἓν, καὶ ἓν οὐ τὸ διωρισμένον πρὸς οὐσίαν, ἀλλ᾿ ὁ πρὸ ἀμφοῖν εἶναι λέγομεν ἡνωμένον. Πῶς ἄν οὖν τὸ τοιοῦτον ἐπεφύκει προελθεῖν εἰς πλείους ὑποστάσεις; τί οὖν; οὐκ ἔστιν ἐκεῖ τὰ πολλά; ἢ καὶ πρὸ τοῦ ἡνωμένου τὰ πολλὰ μετὰ