Ancient Greek
1577 to 1578
Damascius, De Principiis 1577-1578
Unproofread scanNot analysed yet
τὸ ἓν, ἀλλ᾿ οὐχὶ τοσάδε· ἀλλ᾿ ἑνὰς ἀπειρόγονος ἦν τὰ πολλὰ ἐκεῖνα, τὸ δὲ πρῶτον αὐτῆς γέννημα τὸ νοητὸν ἔστι πλῆθος, ἀντὶ ἑνὸς ἡνωμένου γεγενοῦς, οὔπω δὲ οὐδὲ τοῦτο τοσάδε· οὔπω γὰρ τις διορισμός, οὔπω γὰρ τις ἐτερότης· ὅπου δὲ ταῦτα, ἐκεῖ λέγεται καὶ ὁ πρῶτος ἀριθμὸς ὑποσῆναι μετὰ τὸ ἡνωμένον εὐθύς, οὐκ εἰδητικὸς ὢν ἀριθμός, ἀλλ᾿ ὁ κατὰ τὸν πρῶτον διορισμὸν μετὰ τὸ πάντη ἀδιόριστον ὑποσῆντα κατὰ τὸ πρῶτον διάφορον πλῆθος. Τοῦτο δὲ ἦν τῶν πρώτων στοιχείων, ὅπου πρῶτον ὑπέσῃ διορισμὸς τῶν πρώτων διορισθέντων, ἑνὸς καὶ οὐσίας, μᾶλλον δὲ οὐδὲ τούτων ἤδη διορισθέντων, ἀλλ’ ἔτι διοριζομένων, ἄλλως τε καὶ ἐν τῇ ἀκρότητι τῶν κάτω διακρίνεσθαι τὸ εἶναι λαχόντων. Τούτων μὲν οὖν ἅπλεσθαι καὶ εἰσαῦθις ἀναγκαῖον ἔσται