Ancient Greek
1579
Damascius, De Principiis 1579
Unproofread scanNot analysed yet
πολλάκις. Ἡμεῖς δὲ ἄλλον προχειρισώμεθα τρόπον λόγων περὶ τῶν αὐτῶν, ἀπὸ τῶν κάτω καὶ ὑπὸ αἴσθησιν κειμένων ἐπανιόντες ἐπὶ τὰ πρῶτιστα τῶν νοητῶν, εἰ τινα βεβαίωσιν τῇ ἑαυτῆς ἀληθείᾳ παράσχοιτο ἡμῖν καὶ ἡ ἀπὸ τεκμηρίων αὕτη γιγνομένη κατὰ ἀνάλυσιν ἀπόδειξις. Ἐπιζητεῖ δὲ ὁ λόγος οὐ περὶ τῶν μονάδων αὐτῶν, ἀλλὰ περὶ τῶν ὑπὸ ἑκάστην πολλῶν τεταγμένων καὶ ἀφ᾿ ἐκάστης δὴ