Ancient Greek
1582
Damascius, De Principiis 1582
Unproofread scanNot analysed yet
μετὰ τὸν ἕνα νοῦν πολλοὶ νοῦς, καὶ μετὰ τὴν <μίαν> ψυχὴν πολλαὶ ψυχαί. Μήποτε γὰρ εἴποι τις ἀπὸ μιᾶς ψυχῆς ἥκειν εἰς τὰ πολλὰ σώματα πολλὰς ἐλλάμψεις, καὶ ἔχειν ἕκαστον σῶμα τὴν ἐπιβάλλουσαν αὐτῷ ζωὴν λογικὴν ἀπὸ τῆς μιᾶς ψυχῆς ἐλλαμπομένην, καὶ εἶναι τὸ δοκοῦν πλῆθος τῶν πολλῶν ψυχῶν, οὐκ αὐτοτελῶν ψυχῶν, ἀλλὰ ψυχικῶν ἐλλάμψεων πλῆθος, ὁμοίως δὲ καὶ νοῶν