Ancient Greek
1583
Damascius, De Principiis 1583
Unproofread scanNot analysed yet
πλῆθος τὰς νοερὰς ἐλλάμψεις, τὰς εἰς ἑκάστην ψυχὴν ἡκούσας ἀφ' ἑκάστου εἴδους, τῶν ἐν τῷ ἑνὶ νῷ διωρισμένων εἰδῶν. Ἀνάγκη γὰρ ὁμολογεῖν τὰς ἐλλάμψεις εἶναι πολλάς καὶ διαφόρους κατ' εἶδος, εἰ μὴ ἐθέλοι τις πρὸς τὰ ἐναργῆ φιλονεικεῖν, εἶναι δὲ μόνον ἐλλάμψεις καὶ ἀπὸ τῶν διαφόρων λόγων προιέναι τῶν ἐν τῇ μιᾷ ψυχῇ περιεχομένων, καὶ τῶν εἰδῶν τῶν ἐν τῷ