Ancient Greek
161
Damascius, De Principiis 161
Unproofread scanNot analysed yet
ἀλλ’ οὐ κατὰ ταυτόν, ἀλλὰ πρὸς μὲν τὸ εἶναι ὃ ἐσλιν, ἀνευδεές, ὡς δὲ καὶ τὰ ἄλλα παράγον καὶ προειληφός, ἐνδεές· ἴδιον δὲ καὶ τοῦτο τοῦ ἑνός· ὥστε κατὰ τὸ ἓν ἑκάτερον, καὶ οὐκ ἄρα ἑκάτερον οὕτως ὡς ὁ λόγος μερίζει τὸ ἑκάτερον λέγων, ἀλλ’ ἓν μόνον, κατὰ δὲ τοῦτο τὰ τε ἄλλα καὶ τὸ ἐνδεές. Καὶ πῶς γὰρ οὐχὶ