Ancient Greek
162
Damascius, De Principiis 162
Unproofread scanNot analysed yet
καὶ τοῦτο εἴη ἂν κατὰ τὸ ἓν, ὥσπερ τὰ ἄλλα πάντα ὅσα ἀπ’ αὐτοῦ πρόεισιν· τούτων γὰρ τι καὶ τὸ ἐνδεές· ἄλλο τι ἄρα ζητητέον, ὃ μηδαμῶς ἔξει τὸ ἐνδεές μηδ’ ὁπωσιούν· εἴη δ’ ἂν τοιούτων ὅν μηδὲ ὅτι ἀρχὴ ἀληθὲς εἰπεῖν, μηδ’ αὐτὸ γε τοῦτο ὃ σμυνότατον τατον ἔδοξε λέγεσθαι τὸ ἀνευδεέστατον. Καὶ τοῦτο γὰρ ὑπεροχὴν σημαίνει καὶ ἐξαίρεσιν