Ancient Greek
1639
Damascius, De Principiis 1639
Unproofread scanNot analysed yet
εἴποι τις ἂν ὅτι πολλά εἴδη ἐν ἑνὶ ἀκινήτῳ συνειλημμένα, ὡς τὰ παραδείγματα ἐν τῷ νῷ, καὶ οὐκ ἄρα πολλοὶ νοῦ μετὰ τὸν ἕνα, καὶ ἀπ’ αὐτοῦ προελθόντες; ἢ οὐ ταῦτόν εἰπεῖν τοῦ ἑνὸς νοῦ τὸ ἡλιακὸν μέρος ἢ σελήναϊον, καὶ τὸν ἡλιακὸν νοῦν ἢ σελήναϊον, οὐδὲ γὰρ τὸ φαινόμενον ἀκίνητον τῆς ὅλης ψυχῆς ταῦτόν καὶ τὸ ἐν μέρει αὐτῆς