Ancient Greek
1640
Damascius, De Principiis 1640
Unproofread scanNot analysed yet
διειλημμένον ἡλιακὸν ἢ σελήναϊον, καὶ τὸ τῆς καθ’ αὐτὴν ἡλιακῆς ψυχῆς ἢ σελήναϊας· οὐδὲ γὰρ τὸ ἐμοῦ ψυχικὸν ἀκίνητον φαινόμενον ταῦτόν καὶ τὸ ἐν τῇ ὅλῃ προειλημμένον κατὰ τὸ αἴτιον τῆς ἐμῆς ψυχῆς. Ἐπεὶ οὖν εἴδει διαφέρουσιν ἡ μὲν ἐμὴ ψυχὴ τῆς ἐν Κρόνῳ, εἰ τύχοι, προλήψεως, τῆς ἐμῆς ὡς μέρους ἐκεῖ θεωρουμένης, ἡ δὲ Κρόνου τῆς ἐν τῇ ὅλῃ