Ancient Greek
1658
Damascius, De Principiis 1658
Unproofread scanNot analysed yet
ἐν τῷ νοητῷ τὸ τῶν Θεῶν ἅπαν πλῆθος διακριθῆναι· λέγω δὲ τὸ τῶν ὅλων ἰδιοτήτων, καὶ τὸ τῶν μερικῶν· καὶ οὐκ ἄρα τὰ ἄνω πρὸς τὰ κάτω παραβαλλόμενα τῷ μὲν ποσῷ συνήρηται, τῷ δὲ ποιῷ τῆς ἀξίας ὑπερφέρει. Ταῦτα δ’ οὖν εἰ τις ἀποροῖ πρὸς τὸν ῥηθέντα λόγον καὶ ἀπαιτοῖ διορίζειν ἀπὸ τίνων μὲν ἐστὶν ἀνάβασις εἰς τὸ ὑπέρτερον, ἀπὸ