Ancient Greek
1659
Damascius, De Principiis 1659
Unproofread scanNot analysed yet
τίνων δὲ οὐκ ἐστὶν, ἠπόρηται καὶ τοῦτο πρότερον καὶ ἐπί|λυσόμεθα αὖθις ὡς δυνατόν τὴν ἀπορίαν. Νῦν δὲ τοσοῦτον μόνον ἀπαιτεῖν ὑπολαμβάνω τὸν λόγον εἶναι τι καὶ πλῆθος ἀμέθεκτον πρὸ τῶν μετεχομένων καὶ ψυχῶν καὶ νόων, διὰ τὸ καὶ συναπλὸν εἶναι τὸ ἀπλῶς ἀμέθεκτον πρὸς τὸ πλῆθος τῶν μετεχομένων, καὶ ὡς ἕν πρὸς πλῆθος ἀντικείμενον, καὶ ὡς ἀμέθεκτον πρὸς μετεχόμενα·