Ancient Greek
1796
Damascius, De Principiis 1796
Unproofread scanNot analysed yet
τῇ πάντων ἀδιακρίτῳ ἐνώσει τὸν νοητὸν ὑπέθεντο, καὶ οὐδεὶς ἀμφισβητεῖ περὶ τούτου, καὶ μάρτυς ὁ Ἰάμβλιχος δευτέραν τῷ νοητῷ μετὰ τὴν μίαν τῶν ὅλων ἀρχὴν παρεχόμενος ἕνωσιν, καὶ περὶ τὸ ἐν ὑφεστάναι αὐτὸ πανταχοῦ διατεινόμενος, καὶ ἀναπόσπαστον εἶναι πάντη τοῦ ἑνὸς καὶ πᾶσαν ἐπ’ αὐτοῦ διαίρεσιν ἢ διπλῆν ἢ διάστασιν παραιτούμενος, καὶ πρὸς τὸν Πρεσβύτην πολλὰς τοιαύτας ἀντιρρήσεις ποιούμενος.