Ancient Greek
1797
Damascius, De Principiis 1797
Unproofread scanNot analysed yet
Εἰ δὴ τὸ νοητὸν ὡς ἀληθῶς ἡνωμένον ἐστί, τίς μηχανὴ τὴν διωρισμένην οὐσίαν ἀπὸ τοῦ ἑνὸς καὶ ἑτερότητι συνοῦσαν καὶ στοιχείων διορισμὸν ὁπωσοῦν πεπονθυῖαν τῷ νοητῷ διακόσμῳ συνάπλειν; οὐ λίνον λίνῳ τὸ λεγόμενον, ἀλλὰ τινα ποιητικὴν μισγάγκειαν τῷ λόγῳ συνάγοντας ἐπὶ τῶν ἁγιωτάτων ἀτεχνῶς θεαμάτων. Τὸ μὲν δὴ νοητὸν ἐκεῖνο ἡμῖν ὑποκείσθω καὶ νῦν ὥσπερ καὶ ἐξ ἀρχῆς ἐν τῷ