Ancient Greek
1840
Damascius, De Principiis 1840
Unproofread scanNot analysed yet
εἶναι τὰς ἀπλῶς καὶ τῇ ἑαυτῶν ἀληθείᾳ συνοῦσας, μηδὲ ἀπὸ τῶν προχειρο τέρων ἐννοιῶν ἀναγέσθω πρὸς τὸν ὑπερφυέστερον τρόπον πάσης συνηθείας, ἀλλ’ οὐσίαν ἀκουέτω λεγόντων ἡμῶν καὶ ζωήν, καὶ μέντοι καὶ νοῦν τὸν ὡς ἀληθῶς κατὰ ἔνδειξιν ἀπὸ τῶν συνηθῶν τῆς ἐν ἀβάτοις μενούσης καὶ πόρρωθεν ἡμῖν ὑπονοουμένης Φύσεως· ἀληθὲς δὲ ὅμως καὶ εἰς ἄχρον ἦκον Θεωρίας καὶ τὰ τρία