Ancient Greek
1841
Damascius, De Principiis 1841
Unproofread scanNot analysed yet
ἐν ἑκάστῳ ὁρᾶν, διὰ τὸ πάντα ἕκαστον εἶναι, διπλασιάζοντας εἰς τὸ ἄνω τὴν ἀναλογίαν, καὶ τοῖς ἐνδεδειγμένοις πρότερον χρημένους εἰς ἄλλων ἔνδειξιν ἀκριβεστέρων. Ἄλλα πρὸς μὲν τὴν τελευταίαν τῶν ἀποριῶν καὶ ταῦτα ἴσως ἱκανὰ, καὶ μετὰ ταῦτα, ἐὰν δέη, πάλιν ἐροῦμεν τι πρὸς αὐτήν· δεήσει δὲ πάντως, ὅταν ζητῶμεν τὸ αὐτόζῶν ὅπου ἀποθετέον, ὑπονοεῖν δὲ ἔξεστιν καὶ ἀπὸ τῶν προκειμένων