Ancient Greek
1842
Damascius, De Principiis 1842
Unproofread scanNot analysed yet
ὅτι διακορὲς ὄν τῆς ζωῆς καὶ δευτέραν μετ’ αὐτὴν ἔχον τάξιν, ἀνάλογον ἐκείνη ταχθήσεται πανταχοῦ, ὡς μέντοι τὸ πρῶτον παράδειγμα. Φέρε δὲ νῦν καὶ τὰς ἄλλας, εἰ τι λέγουσιν ὑγιὲς ἢ σαθρόν, ἀνασκεψώμεθα. Αὐτίκα ἀριθμὸν οὐ φήσομεν εἶναι ἐν τῷ νοητῷ, οὐδὲ ἐξ ὁμοειδῶν, οὐδὲ ἐξ ἀνομοειδῶν· οὐδὲ γὰρ ὅλως ἡ τοῦ διωρισμένου φύσις ἐστὶν ἐκεῖ· οὐδὲ