Ancient Greek
1891
Damascius, De Principiis 1891
Unproofread scanNot analysed yet
καὶ οὐδὲν ἤτλον, παμπλήρει κατασλήματι. Οὕτω δὲ οὖν, ὅπερ ἔφην, καὶ ἐν ἐκείνῳ τὸ πανταχοῦ τέλειον θεωροῦντες, εἰς πατέρα καὶ δύναμιν καὶ νοῦν διειλόμεθα, καὶ τούτων ἑκαστον τριχῇ πάλιν ἐπιδιείλομεν. Καὶ πῶς; ἄρα γὰρ τὸν μὲν πατέρα εἰς τρεῖς πατέρας, καὶ τὴν δύναμιν εἰς τρεῖς δυνάμεις, καὶ τὸν νοῦν εἰς τρεῖς νόας; ἔπειτα προσηρμόσαμεν καὶ συνετάξαμεν ἑκαστον ἑκάστῳ τῷ οἰκείῳ