Ancient Greek
1892 to 1893
Damascius, De Principiis 1892-1893
Unproofread scanNot analysed yet
τὸν οἰκεῖον ὁμοταγῶς; ἢ διερριμμέναι οὕτως ἔσονται αἱ τριάδες, εἰ ἀπὸ τῆς πρώτης καὶ τῆς δευτέρας καὶ τῆς τρίτης ἑκάστη συνεσλήζεται, καὶ οὐκ ἔσται πρώτη ὅλη ἡ τριάς, καὶ ὅλη δευτέρα καὶ ὅλη τρίτη· ἔξει γὰρ ἑκάστη ἀνομοταγῆ καὶ ἀνομοειδῆ. Καὶ δὴ καὶ ἐπὶ τῶν μετὰ ταῦτα κόσμων οὐχ οὕτως· πατρικῆς γὰρ οὔσης ἐν τῷ μέσῳ τῆς ἰυγγικῆς ὅλης φύσεως, καὶ δυναμικῆς τῆς συνοχικῆς, καὶ νοερᾶς τῆς τελεταρχικῆς, οὐ συμπληροῦμεν ἑκάστην τριάδα ἐκ τῶν τριῶν, ἀλλ’ ἑκάστην φύσιν ἰδίᾳ τριχῇ διαιρούμεθα κατὰ τὸ εἶδος μέντοι τῆς ὅλης διαιρέσεως· καὶ γὰρ τὴν ἰυγγικὴν εἰς πατέρα καὶ δύναμιν καὶ νοῦν, καὶ τὴν συνοχικὴν εἰς τὰ αὐτά, καὶ τὴν τελεταρχικὴν ὁμοίως. Οὕτως ἄρα καὶ τῆς νοητῆς τριάδος ἑκάστην μονάδα τριχῇ