Ancient Greek
1894
Damascius, De Principiis 1894
Unproofread scanNot analysed yet
διελώμεθα, οἷον τὴν πατρικὴν εἰς πατέρα καὶ δύναμιν καὶ νοῦν· ὁ γὰρ εἰς οὕτος ὅλος πατήρ, ἢ μὲν καθ’ ἑαυτόν, πατὴρ μόνον, ἢ δὲ συμφέρεται αὐτῷ ἡ δύναμις, καὶ αὐτὸς ἐπικοινωνεῖ ταύτῃ, τρόπον τινὰ γίνεται δύναμις, ἢ δὲ τοῦ νοῦ πατὴρ καὶ αὐτοῦ ὁ νοῦς ἐστι, ταύτῃ γίνεται νοῦς. Οὕτως ἄρα καὶ εἰς ὧν, ὅμως ἐμφαίνει τὴν τριάδα τῆς οἰκείας