Ancient Greek
1925
Damascius, De Principiis 1925
Unproofread scanNot analysed yet
ταῦτα τὸν τρόπον· ἡ ὑπάρξις, ὡς δηλοῖ τὸ ὄνομα, τὴν πρώτην ἀρχὴν δηλοῖ τῆς ὑποστάσεως ἑκάστης, οἷον τινα θεμέλιον ἢ οἷον ἔδαφος προϋποτιθέμενον τῆς ὅλης καὶ τῆς πάσης ἐποιχοδομήσεως· διόπερ καὶ τὴν πρόθεσιν τῆς ἀρχῆς προέταξεν ὁ ὀνομάσας, ὅτι ἠβούλετο δηλοῦν προϋποτιθεμένην ἀρχὴν τοῖς ὅπως ποτὲ εἶναι λεγομένοις· αὕτη δὲ ἐστὶν ἡ πρὸ πάντων ἀπλότης, ἧ πᾶσα προσγίγνεται σύνθεσις· αὕτη