Ancient Greek
1926
Damascius, De Principiis 1926
Unproofread scanNot analysed yet
δὲ ἐστὶν αὐτὸ δήπου τὸ πάντων ἐπέκεινα προϋποκείμενον ἓν, ὅπερ αἴτιον μὲν πάσης οὐσίας, οὕτω δὲ οὐσία· πᾶσα γὰρ οὐσία σύνθετος ἢ κατὰ ἕνωσιν ἢ κατὰ κρᾶσιν, ἢ ὁπώσποτε ἄλλως· ἐκεῖνο δὲ ἦν αὐτὸ μόνον ἓν· δεῖ δέ, εἰ μέλλοι σύνθεσίς τις εἶναι, προϋποκεῖσθαι καὶ προϋπάρχειν ἀτεχνῶς τὸ ἓν καὶ ἀπλοῦν, ὡς ἄνευ γε τούτου οὐδὲν ἄλλο προέλθοι εἰς ὑπόστασιν·