Ancient Greek
1930
Damascius, De Principiis 1930
Unproofread scanNot analysed yet
ἐνὶ μένοντι, χεόμενον ἐν· ὅθεν οὕτω ἡνωμένον ἡ δευτέρα ἀρχή, ἀλλ’ ἐν ἔτι, εἰ καὶ χεόμενον πως εἰς χάος ὡς ἀληθῶς. Ἡ μὲν οὖν ὕπαρξις ἢ διαφέρει τῆς οὐσίας, ἐπὶ τοσοῦτον εἰρήσθω. Καὶ δῆλον ὅτι χωριζομένη τῆς οὐσίας ἑνὰς ἀνάλογον πανταχοῦ ὡς ὕπαρξις χωρισθή- σεται. Εἰ γὰρ τὸ ἕν ἀπλῶς ὕπαρξις, καὶ τὸ ἡνωμένον ἀπλῶς οὐσία. Εἰ δὲ τὸ ἀντιδιαιρούμενον