Ancient Greek
1931
Damascius, De Principiis 1931
Unproofread scanNot analysed yet
πρὸς τὸ ὃν ἕν ὡς ἐξημμένον αὐτοῦ καθ’ ἑτερότητα ὕπαρξις, καὶ τὸ ὃν ὡς πρὸς ὕπαρξιν ταύτην οὐσίαν, κατὰ μέντοι τὴν ἀπλότητα ὕπαρξις· τὸ δὲ ἀπλῶς ἕν ὕπαρξις μόνον, ὡς καὶ τὰ ἀπλῶς πολλά, καὶ οὐδὲν ἄλλο ἢ τὰ πολλὰ ἡ πρώτη δύναμις. Καὶ ἤδη καὶ τὸ ἡνωμένον, ὃ μίγμα ἔστιν ἑνὸς καὶ πολλῶν τῶν ἀπλῶς, καὶ διὰ τοῦτο καὶ