Ancient Greek
202
Damascius, De Principiis 202
Unproofread scanNot analysed yet
ἔχει τρόπον, καὶ τὰ λογικὰ ζῷα τὸν αὐτόν· ὥστε οὐδὲν ὁ μὴ αὐτοκίνητον. Πρὸς δὴ τοῦτον ἐροῦμεν ὅτι ἔνδοθεν μὲν κινεῖται πᾶν φυσικόν τε καὶ φυτικὸν εἶδος, καὶ ἔτι ζῷον ἕκαστον, ἀλλ’ οὐ πᾶσαν κίνησιν, ὅταν δὲ τοπικὴν ποιῆται τὴν κίνησιν· αὕτη γὰρ ἡ τρανῶς αὐτοκίνητος· κατὰ δὴ ταύτην τὰ ἄλλα ἑτεροκίνητά φαμεν ὅσα μὴ ταύτην ἔνδοθεν κινεῖται, ἐπεὶ