Ancient Greek
203
Damascius, De Principiis 203
Unproofread scanNot analysed yet
καὶ εἰ τούτῳ διακρίναιμεν τὸ αὐτοκίνητον καθ’ ὅ ἡ λογικὴ ψυχὴ αὐτοκίνητος, οὐδὲ τὰ ἄλογα ζῷα φανεῖται αὐτοκίνητα· εἰς γὰρ ἑαυτὰ οὐ πέφυκεν φυκεν ἐπιστρέφειν, οἷον ὄψις οὐχ ὁρᾷ ἑαυτήν· οὐδὲ φαντασία φαντάζεται ὅτι φαντάζεται, καὶ ὁ θυμὸς δὲ καὶ ἡ ἐπιθυμία πρὸς τὸ ἐκτὸς ἔχει ὀρεκτὸν τὴν ὅλην καὶ πᾶσαν ἐνέργειαν· διόπερ ἐλέγομεν τὸ τοιοῦτον αὐτοκίνητον ἔνδοθεν Σῆ ὅλον.