Ancient Greek
320 to 321
Damascius, De Principiis 320-321
Unproofread scanNot analysed yet
ἐν τὸ ἑκάστου προῖδρυμένον· συνήγαγε δέ μοι καὶ τὸ ἑκάστῳ συνόν, ὃ δοκεῖ με μερίσθαι εἰς τὸ συνὸν καὶ ἀμέριστον καὶ ὄντως ἐν· ἴσως γὰρ οὐδὲ ἐμερίσθη, μένον δὲ τὸ αὐτὸ πᾶσι πάρεστι καὶ ἑκάστῳ ὡς ἴδιον, οὐ μεριζόμενον, διὰ τὸ πάντα ὅν κατὰ τὸ ἐν μὴ δεῖσθαι τοῦ μερισμοῦ. Ἄρα οὖν γινώσκει; ἢ τοῦτο τῆς διακρίσεως ἴδιον· οὐδ’ ἄρα γινώσκεται· καὶ τοῦτο γὰρ διακρίσεως· ἢ καὶ τοῦτο ἀληθές, ὡς ἀντικείμενον τὸ γιγνώσκειν τῷ γιγνώ σκεται· οὐδὲν γὰρ τῶν τοιούτων ἐκείνῳ ἀρμόζει, οὐδὲ γὰρ τὸ ἐν ἀρμόζει, Ρ. οὐδὲ τὰ πάντα· ἀντίκειται γὰρ καὶ ταῦτα καὶ μερίζει ἡμῶν τὴν ἔννοιαν. Ἐὰν μὲν γὰρ εἰς τὸ ἀπλοῦν ἀποβλέψωμεν, καὶ τὸ ἐν ἀπόλλυμεν τὸ παμμέγα ἐκεῖνου παντελές· ἐὰν δὲ πάντα