Ancient Greek
322
Damascius, De Principiis 322
Unproofread scanNot analysed yet
ὁμοῦ ἐννοήσωμεν, ἀφανίζομεν τὸ ἐν καὶ ἀπλοῦν· αἴτιον δὲ ὅτι ἡμεῖς διῃρήμεθα καὶ εἰς διηρημένας ἰδιότητας ἀποβλέπομεν, γλιχόμενοι δὲ ὅμως τῆς ἐκείνου γνώσεως ἡστινοσοῦν, συμπλέκομεν ὁμοῦ πάντα χρήματα, εἰ ὡς οἷοί τε εἴημεν καὶ οὕτως ἐπιλαβέσθαι τῆς μεγάλης φύσεως, εὐλαβούμενοι δὲ ὅμως τὴν πάντων πληθὺν συνεισαγομένην ἢ τὸν τοῦ ἑνὸς ἀπεσιευωμένου ἰδιασμόν, τῷ ἀπλῷ καὶ πρώτῳ χαίροντες, εἰς τὸν ἀρχῆς