Ancient Greek
366
Damascius, De Principiis 366
Unproofread scanNot analysed yet
ὁμοῦ παράγει, τὰ δὲ οὐχ ὁμοῦ προέρχονται, ἀλλὰ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον ἑαυτὸ παράγει. Καὶ πῶς τὰ κρείττω χωρίζεται τοῦ ἑνός, πρότερα τῶν χειρόνων; ἢ εἰ καὶ [εἰ] πρότερα διὰ τὸ μᾶλλον ἐρρῶσθαι πρὸς ὑπόστασιν τὴν ἐφ’ ἑαυτῶν, ἀλλ’ οὔτι γε καὶ μειζόνως χωρίζεται, ἀλλὰ καὶ ἥκιστα, διὰ τὴν αὐτὴν δύναμιν· ἢ ᾗ μὲν γὰρ δι’ ἀσθένειαν προῄει,