Ancient Greek
367 to 368
Damascius, De Principiis 367-368
Unproofread scanNot analysed yet
τάχα ἂν τὰ πρότερα ἀπολείφθη πρότερα τοῦ ἑνός, ὃ πάσχουσι καὶ τῶν ψυχῶν αἱ ἀσθενέστεραι, ἀφιστάμεναι πρότεραι τοῦ νοῦ, δεύτεραι δὲ ἴσως καὶ μόγις αἱ ἰσχυρότεραι. Νῦν δὲ κατὰ δύναμιν γίνεται ἢ ἀπὸ τῶν αἰτίων πρόοδος, καὶ τὰ μὲν αὐταρκέστερά ἐστι πρὸς ὑπόστασιν, τὰ δ’ ὅλως οὐδὲ παράγειν ἑαυτὰ πέφυκεν, ἀλλὰ τὸ ὅλον ἑτέρωθεν ὑφίσταται. Εἰ δὲ ἐκεῖνο παράγει αὐτά, τὰ ἑαυτῷ ὁμοιότερα παράξει πρὸ τῶν ἀνομοιοτέρων, καὶ τὰ μᾶλλον αὐτῶν, οὐχ ὅτι προείληφε τὴν τάξιν, ἀλλ’ ὅτι ἀπ’ αὐτοῦ καὶ ἡ τάξις, ὡς καὶ τὰ ἄλλα πάντα. Τοῦτο μὲν οὖν τοιούτον. Ἀντὶ δὲ αὐτοῦ τὰ ὁμοιότερα αὐτῷ ὀνομάζομεν, τὰ μὲν δὴ παραγόμενα ἄνισα, τὸ δὲ παράγον ἴσον πρὸς πάντα, καὶ ἔτι μειζόνως ἢ ἴσον· ἐν γὰρ