Ancient Greek
369
Damascius, De Principiis 369
Unproofread scanNot analysed yet
ἐστὶ μόνον καὶ ὡς αὐτό, καὶ ὡς πάντα ὄν καὶ ὡς πάντα παράγον· κατὰ γὰρ τὸ ἐν ὅ τι ἂν εἴπης περὶ αὐτοῦ. ἀλλὰ τὸ πρῶτον ἀπάντων ζητηθὲν ἤδη ἐπιλυτέον, πόθεν ὅτι πάντα; μήποτε γὰρ οὐδὲ οἶόν τε τὸ ἓν πάντα εἶναι· τίς δὲ καὶ ἡ χρῆσις τοῦ πάντα εἶναι; ἀρκεῖ γὰρ καὶ τὸ μόνον ἐν πρὸς τὸ πάντων αἴτιον·