Ancient Greek
481
Damascius, De Principiis 481
Unproofread scanNot analysed yet
ἄλλη παρὰ τὴν προκειμένην· ἢ τοσοῦτον διαφέρει τῶν πάντων, εἰ θέμις εἰπεῖν, ὅσον τὰ μέν ἐστι πάντα παντοδαπῶς, ἡ δὲ πάντα τὸν ἀπλούστατον τρόπον. Ὅτι δὲ ταῦτα καὶ Ἰαμβλίχῳ δύναται συνάδειν, ἐκεῖνο ποιοῦμαι τεκμήριον ὅτι καὶ τὴν πρὸς ἐκεῖνο ἀναγωγὸν ἑκάστῳ οὐκ ἐφικτὴν εἶναί φησιν, εἰ μὴ συντάξειεν ἑαυτὸ τοῖς πᾶσιν, καὶ μετὰ πάντων ἀναδράμοι πρὸς τὴν κοινὴν πάντων ἀρχήν.