Ancient Greek
482
Damascius, De Principiis 482
Unproofread scanNot analysed yet
Εἰ τοίνυν ὁμοῦ πάντα πέφυκεν ἀνατείνεσθαι πρὸς αὐτήν, καθ' αὐτὸ δὲ ἕκαστον οὐ πέφυκεν αὐτὸ καθ' ἑαυτὸ δίχα τῶν ἄλλων, παντὶ δῆλον ὅτι καὶ προῆλθεν ὁμοῦ πάντα ἐκεῖθεν, ἕκαστον δὲ οὐ καθ' αὐτό, ἀλλ' ἕτερον ἀφ' ἑτέρου. Ἀλλ' εἰ καὶ ὁμοῦ πάντα, τὰ μὲν ὅμως πόρρω, τὰ δὲ ἐγγύθεν, ἀλλὰ καὶ ταῦτα διωρίσθη μετὰ τὴν φύσιν ἐκείνην, τότε δὲ οὔπω