Ancient Greek
486 to 487
Damascius, De Principiis 486-487
Unproofread scanNot analysed yet
γὰρ ὁ τρόπος ἐκεῖνος τῆς ἑνιαίας προόδου, ὃν ἡμεῖς οὔπω συννοοῦμεν, ἄτε μεμερισμένοι εἰς μονὴν καὶ πρόοδον καὶ ἐπιστροφὴν, ὁ δὲ ἔστιν ὑπὲρ τὸν διορισμὸν τῶν τοιούτων, οὔτε ἀναγκαῖον ἡνῶσθαι, εἰ μὴ διακρίνηται, οὔτε διακρίνεσθαι, εἰ μὴ ἦνται· ἐκεῖνο γὰρ τὴν πρὸ ἀμφοῖν ἀδιόριστον· τὰ δὲ ἔστιν ἀντικείμενα. Μηδὲ αὐ ζητείτω τις εἰ παράγει, τὰ δὲ παράγεται· εἰ γὰρ ἐνεργεῖ, καὶ δύναται καὶ ὑπάρχει. Τρία οὖν τὰ πάντα, ἀλλ’ οὐχ ἕν, ὑπάρχεις, δύναμις ἐνέργεια. Ἄλλ’ εἴρηται ὅτι ἐκεῖνο πρὸ ἐνεργείας καὶ δυνάμεως καὶ ὑπάρξεως· ἕν γάρ, ἀλλ’ οὐ τρία, πρὸ δὲ τῶν ἄλλων, ὡς ἕν καὶ τὰ τρία. Ἀπορία δὲ ἡμεῖς το καὶ νοήσεως καὶ ἐξηγήσεως παράγειν ὅμως αὐτὸ λέγομεν, διακαθαρτέον δὲ τὸν τρόπον τῆς παραγωγῆς, ὡς ὄντα