Ancient Greek
488
Damascius, De Principiis 488
Unproofread scanNot analysed yet
ἀσύμφυλον ἡμῖν, καὶ οὔτε τῷ ἐνεργεῖν, οὔτε τῷ δύνασθαι, οὔτε τῷ ὑπάρχειν ἐπιτελούμενον, ἀλλὰ τῷ ἐνὶ πρὸ τῶν τριῶν ἀπορρήτῳ τρόπῳ. Μηδὲ λεγέτω τις ἀπορρεῖν τινα ἀπ’ αὐτοῦ μέθεξιν, οὔτε ἰδίαν ἑκάστου γιγνομένην, οὔτε κοινὴν μίαν ἀπάντων, ἵνα μετέχῃ αὐτοῦ τὰ ἀπ’ αὐτοῦ προελθόντα, καὶ ἐκεῖνο διδῶ τι ἀφ’ ἑαυτοῦ τοῖς προελθοῦσιν, ἢ, εἰ μὴ ταῦτα, μηδὲ ἐκεῖθεν ἔχειν τὸ