Ancient Greek
493
Damascius, De Principiis 493
Unproofread scanNot analysed yet
συνδετικὸν εἶναί φησι τοῦτο τὸ φῶς, ὡς ἐν τῷ νοητῷ καθιδρυμένον καὶ ἀληθίζον ὁμοῦ τὸ νοοῦν καὶ νοούμενον· ἀλλὰ τοῦτο μὲν ἐπισκεπτέον καὶ αὐθίς. Εἰ δ’ οὖν καὶ ἐκείνου φῶς λέγομεν τὴν ἀλήθειαν, τὴν ἀπ’ αὐτοῦ φήσομεν εἶναι αὐτὴν πρόοδον τῶν ἰδίων ἐνάδων, ὡς δοκεῖ τοῖς φιλοσόφοις. Ἄρα οὖν οὐκ ἔχουσί τι κοινὸν πρὸς ἀλλήλας αὐταὶ αἱ ἐνάδες, καθὸ πάντες