Ancient Greek
494
Damascius, De Principiis 494
Unproofread scanNot analysed yet
οἱ θεοὶ εἰς θεὸς εἰσί τε καὶ λέγονται; πάνυ γε, φήσω, ἀλλ’ ἦτοι ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ὥστε καὶ τοῦτο πολλά· ἢ εἴ τι καὶ ἀδιάφορον ἕν, οἷον ῥίζα μία τῶν πολλῶν θεῶν, οὐδὲν αὐτῇ οἷον ἐκεῖνο καὶ ἐκείνου μέθεξις, ῥίζα δὲ τῶν προελθόντων προιοῦσα μετὰ τῶν προιόντων, οἷον μονάς, εἰ θεμιτὸν φάναι, τοῦ ἰδίου ἀριθμοῦ, τὸ δὲ