Ancient Greek
561
Damascius, De Principiis 561
Unproofread scanNot analysed yet
ἐν μὲν γὰρ τῷ Σοφιστῇ τὸ ἐν προτίθησι τῶν πάντων, ἐν δὲ τῇ Πολιτείᾳ ἄγνωστον εἶναί φησιν, ἐν δὲ τῷ Παρμενίδῃ κατὰ τὴν πρώτην ὑπόθεσιν δοκεῖ μὲν τὸ ἐν ὑπολιπεῖν ἄνευ τοῦ εἶναι. Τὸ γὰρ ἐν εἶναι, ὡς ἔοικεν, ἀναιρεῖ· οὐ μέντοι· ἀλλ’ ἴσως διὰ τῆς παντελοῦς ἀποφάσεως καὶ τῆς γνωστικῆς ἀπάσης ἀναιρέσεως τὸ ἀπόρρητον ἐνδείκνυται. Αλλὰ τοῦτο μὲν ἐν