Ancient Greek
562
Damascius, De Principiis 562
Unproofread scanNot analysed yet
ἄλλοις εὐκαιρότερον ἐξετάζειν. Ἐν μέντοι τῇ δευτέρᾳ ὑποθέσει σαφῶς τίθεται τοῦτο τὸ ἐν, ὃ δὴ νῦν καὶ ἡμεῖς ἐν πάντα ἐθέμεθα καταφατικῶς, ὡς γε οἷόν τε ἦν, ὅπερ καὶ τὸ πάντων ἐσλὶν ἀπλούστατον. Ἐκεῖνο δὲ τὸ ἐν, ὃ πρὸ μονάδος ὁ Πυθαγόρας ἐτίθετο, καὶ ὁ Πλάτων ἐν τῇ πρώτῃ ὑποθέσει, τῆς ἀρρήτου ἀρχῆς ἐσλὶ σύμβολον, ὡς ἄλλος αὐτὴν ἄλλως πως