Ancient Greek
566
Damascius, De Principiis 566
Unproofread scanNot analysed yet
τὰ πάντα ἐν ἑκάσῃ προστίθεται πρὸς δήλωσιν τοῦ παντελοῦς. Καὶ τοῦτο οὖν τῆς μιᾶς ἄρξει συστοιχίας τῆς ἐνοειδοῦς, καθάπερ τὸ πλῆθος τῆς ἀντικειμένης· ἀρχὴ γὰρ καὶ τὸ πλῆθος, οὐ τὸ εἶδος· οὐδὲ μία τις αὐτῆ ἰδιότης, ἀλλ’ ἡ πάντα κατὰ τὸ πλῆθος οὖσα ἀρχή, ὥστε καὶ τὸ ἓν πάντα μᾶλλον ἐπικλίνει πρὸς τὴν φύσιν τῶν ὄντων τὴν μόνιμον καὶ ἐνοειδή.