Ancient Greek
567 to 568
Damascius, De Principiis 567-568
Unproofread scanNot analysed yet
Ἀλλὰ μὴν καὶ ὁ τῆς διαφορᾶς τοῦ ἑνὸς πρὸς τὴν μονάδα συλλογιζόμενος ἀναμιμνησκέσθω τῶν εἰρημένων, ὅτι οὔτε μονάς, οὔτε ἓν ἐν ἐκείνοις κατὰ ἀλήθειαν, ὥστε οὐδὲ ἡ τούτων διαφορὰ πρὸς ἄλληλα θετέα ἡμῖν ἐν ἐκείνοις, ἀλλ’ ἔστιν καὶ ἑκάτερον ἀνάγειν πρὸς τὴν αὐτὴν ὑπόθεσιν τε καὶ ἔνδειξιν. Ὁ δὲ τὴν μὲν πρόοδον ἀπονέμων τῇ δευτέρᾳ ἀρχῇ, τὴν δὲ μονὴν πρὸ αὐτῆς καὶ πρὸ τούτων τιθεὶς εἶναι τὴν ἀδιόριστον, ἔτι μὲν καὶ οὗτος ἐν τῷ διορισμῷ κατέχεται τῶν ἐννοιῶν, μονὴν καὶ πρόοδον ἐν ἐκείνοις ἀντιδιαιρῶν, ἀλλ’ οὐχὶ καὶ ταῦτα ἀναπλῶν τὸν παντελῆ τῆς ἐνδείξεως τρόπον. Ὅμως δὲ καὶ οὗτος ἡμῖν συμφωνήσει προοδικὴν μὲν λέγουσι τὴν δευτέραν ἀρχήν, μόνιμον δὲ καὶ μένουσαν τὴν προτέραν, ἣν εἶναί φαμεν τὸ ἓν πάντα,